Ancient Greek · ~2 min
Γναίου Πομπηίου
Plutarch, Ἀποφθέγματα βασιλέων καὶ στρατηγῶν 6-3
Not analysed yet
ἔθους δὲ ὄντος ἐν Ῥώμῃ τοῖς ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς δύο ἄνδρας, οὓς τιμητὰς καλοῦσι, καὶ καταριθμησαμένους τὰς στρατείας καὶ τοὺς στρατηγοὺς ὑφʼ οἷς ἐστρατεύσαντο τυγχάνειν ἐπαίνων ἢ ψόγων τῶν προσηκόντων ὑπατεύων ὁ Πομπήιος κατήγαγεν αὐτὸς τὸν ἵππον ἐπὶ τοὺς τιμητὰς Γέλλιον καὶ Λέντλον ἐκείνων δὲ ὥσπερ ἔθος ἐστὶ πυθομένων, εἰ πάσας ἐστράτευται τὰς στρατείας, πάσας, εἶπεν, ὑπʼ ἐμαυτῷ αὐτοκράτορι.