Ancient Greek · ~1 min
Chapter 47
Plutarch, Ἀντώνιος 47.1
Not analysed yet
ὁ μὲν οὕτω φράσας ἀπῆλθεν· Ἀντώνιος δὲ ἀκούσας καὶ διαταραχθεὶς συνεκάλει τοὺς φίλους καὶ τὸν ἡγεμόνα τῆς ὁδοῦ Μάρδον οὐδὲ αὐτὸν ἄλλως φρονοῦντα. καὶ γὰρ ἄνευ πολεμίων ἐγίνωσκε τὰς διὰ τῶν πεδίων ἀνοδίας καὶ πλάνας χαλεπὰς καὶ δυστεκμάρτους οὔσας, τὴν δὲ τραχεῖαν ἀπέφαινεν οὐδὲν ἄλλο δυσχ ερὲς ἢ μιᾶς ἡμέρας ἀνυδρίαν ἔχουσαν.