Ancient Greek · ~1 min
Ιπποδαμου
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-41
Not analysed yet
Ἱππόδαμος, ὅτε Ἆγις Ἀρχιδάμῳ παρετάττετο, συμπεμφθεὶς τῷ Ἄγιδι εἰς Σπάρτην ἐκεῖ τὰς χρείας παρέχεσθαι, ἀλλʼ οὗτος, ἔφη, οὔτοι καλλίω θάνατον ἀποθανοῦμαι ἢ ὑπὲρ Σπάρτας ἀνδραγαθῶν · ἦν δὲ βεβιωκὼς ὑπὲρ τὰ ὀγδοήκοντα ἔτη· καὶ μετὰ ταῦτα λαβὼν τὰ ὅπλα καὶ στὰς ἐν δεξιᾷ τοῦ βασιλέως, μαχόμενος ἀποθνῄσκει.