Ancient Greek · ~2 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-42-2
Not analysed yet
Ἱπποκρατίδας πρὸς τὸν τῆς Καρίας σατράπην ἐπιστείλαντα δι᾽ ὅ τι Λακεδαιμόνιος ἀνὴρ ἐπίβουλευόντων τινῶν συνειδὼς τὴν ἐπιβουλὴν κατεσιώπησε, καὶ προσθέντα πῶς χρήσεται αὐτῷ, ἀντέγραψεν, εἰ μὲν μέγα τι ἀγαθὸν αὐτὸν πεποίηκας, κατάκτανε· εἰ δὲ μή, ἐκ τῆς χώρας ἔκβαλε δειλὸν πρὸς ἀρετὴν ὄντα. ἀπαντήσαντος δέ ποτε αὐτῷ μειρακίου, ᾧ ἠκολούθει ἐραστής τις, καὶ διατραπέντος, μετὰ τοιούτων ἔφη βαδίζειν δεῖ, μεθʼ ὧν ὀφθεὶς τὴν αὐτὴν χρόαν τηρήσεις.