Ancient Greek · ~1 min
Καλλικρατίδου
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-43
Not analysed yet
Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν, ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον, εἶπεν, εἰ σὺ ἤμην καὶ γὰρ αὐτός, εἶπεν, εἰ σὺ ἦν.