Ancient Greek · ~7 min
1 to 12
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-5-12
Not analysed yet
Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων, βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς, εἶπε, καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι; ν ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, τὸ γιγνώσκειν, εἶπεν, ἄρχειν τε καὶ ἄρχεσθαι. οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν. ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον. πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί, εἶπε, τοὺς κακοὺς ἀπερύκειν ἐν. διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ τε παρατείνοντα, τίνες, εἶπεν, αἱ τὸν τόπον κατοικοῦσαι γυναῖκες; ν σοφιστοῦ δέ τινος εἰπόντος, πάντων λόγος ἐστὶ κράτιστον, οὐκοῦν, ἔφη, σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ. ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταραττομένους ὁρῶν τοὺς συμμάχους, θαρρεῖτε, εἶπεν, ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους; πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τ ί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι, ἔφη, ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον. ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ τί μέγα, εἶπεν, ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται; ν πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν, ἔφη, τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά. συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς, ἔφη, τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχησόμεθα;