Ancient Greek · ~2 min
13 to 16
Plutarch, Ἀποφθέγματα Λακωνικά 13-16
Not analysed yet
Προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι, προσδέονταί σου, ὦ ξένε, ἔφη, οἱ λόγοι δυνάμεως καὶ χρημάτων. λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν, ἔφη, ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή. πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο, ἔφη, ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δʼ ἐσιώπων; πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δʼ ἐκείνου, τί τοῦτο; μόνος ἥκεις; ἔφη, καὶ γὰρ πρὸς ἕνα.