Ancient Greek · ~1 min
1 to 2
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-6-2
Not analysed yet
Ἆγις ὁ νεώτερος, Δημάδου λέγοντος ὅτι τὰ Λακωνικὰ ξίφη διὰ μικρότητα καταπίνουσιν οἱ θαυματοποιοί, καὶ μήν, ἔφη, οἱ Λακεδαιμόνιοι τῶν πολεμίων τοῖς ξίφεσιν ἐφικνοῦνται. πρὸς δὲ ἄνθρωπον πονηρὸν ἐρωτῶντα πολλάκις τίς ἄριστος εἴη Σπαρτιάτης, εἶπεν, ὁ σοὶ ἀνομοιότατος.