Ancient Greek · ~1 min
Αγιδος τοῦ Τελευταιου
Plutarch, Ἀποφθέγματα Λακωνικά 1-7
Not analysed yet
Ἆγις ὁ τελευταῖος τῶν Λακεδαιμονίων βασιλέων ἐξ ἐνέδρας συλληφθεὶς καὶ καταδικασθεὶς ὑπὸ τῶν ἐφόρων χωρὶς δίκης, ἀπαγόμενος ἐπὶ τὸν βρόχον ἰδών τινα τῶν ὑπηρετῶν κλαίοντα, παῦσαι, εἶπεν, ὦ ἄνθρωπε, ἐπʼ ἐμοὶ κλαίειν· καὶ γὰρ οὕτω παρανόμως καὶ ἀδίκως ἀπολλύμενος, κρείττων εἰμὶ τῶν ἀναιρούντων. καὶ ταῦτα εἰπὼν παρέδωκε τῷ βρόχῳ τὸν τράχηλον ἑκουσίως.