Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 10
Not analysed yet
βουλόμενος δὲ τὸν πρὸς τὸν Πέρσην συστήσασθαι πόλεμον ἕνεκα τοῦ ἐλευθερῶσαι τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, τῷ κατὰ Δωδήνην Διὸς ἐχρήσατο μαντείῳ κελεύσαντος δέ, τὸ χρησθὲν ἀνήγγειλε τοῖς ἐφόροις· οἱ δὲ ἐκέλευσαν αὐτὸν καὶ εἰς Δελφοὺς ἀφικόμενον περὶ τῶν αὐτῶν πυνθάνεσθαι. πορευθεὶς οὖν εἰς τὸ μαντεῖον ἐπηρώτησεν οὕτως, Ἄπολλον, ἦ δοκεῖ σοι ὃ καὶ τῷ πατρί; συναινέσαντος δέ, αἱρεθεὶς οὕτως ἐστρατεύσατο.