Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 11
Not analysed yet
ἐπεὶ δὲ Τισσαφέρνης ἐν ἀρχῇ μὲν φοβηθεὶς τὸν Ἀγησίλαον ἐποιήσατο σπονδὰς, τὰς πόλεις αὐτῷ τὰς Ἑλληνικὰς ἀφήσειν αὐτονόμους βασιλέα, μεταπεμψάμενος δὲ παρὰ τοῦ βασιλέως πολὺ στράτευμα πόλεμον κατήγγειλεν αὐτῷ, εἰ μὴ ἀπίοι τῆς Ἀσίας, ἄσμενος τὴν παράβασιν δεξάμενος ὥρμησε μὲν ὡς ἐπὶ Καρίαν προάξων ἐκεῖ δὲ τὴν δύναμιν τοῦ Τισσαφέρνους ἀθροίσαντος, ἄρας εἰς Φρυγίαν ἐνέβαλε· καὶ λαβὼν πόλεις πλείστας καὶ χρημάτων πλῆθος, ἔφη τοῖς φίλοις, ἐπισπεισάμενον μὲν ἀδικεῖν ἀσεβές, τοὺς δὲ πολεμίους παραλογίζεσθαι οὐ μόνον δίκαιον καὶ ἐπίδοξον, ἀλλὰ καὶ ἡδὺ καὶ κερδαλέον.