Ancient Greek · ~3 min
Λυκούργου
Plutarch, Ἀποφθέγματα Λακωνικά 20
Not analysed yet
τοσαύτη δʼ ἦν κατʼ ἐκείνους τοὺς χρόνους σωφροσύνη τῶν γυναικῶν καὶ τοσοῦτον ἀπεῖχε τῆς ὕστερον περὶ αὐτὰς εὐχερείας, ὡς πρότερον ἄπιστον εἶναι τὸ τῆς μοιχείας παρʼ αὐταῖς. καὶ λόγος ἀπομνημονεύεται Γεραδάτα τινὸς Σπαρτιάτου τῶν σφόδρα παλαιῶν, ὃς ἐρωτηθεὶς ὑπὸ ξένου, τί πάσχουσιν οἱ μοιχοὶ παρʼ αὐτοῖς, οὐδὲν γὰρ ὁρᾶν περὶ τούτου νενομοθετημένον ὑπὸ Λυκούργου, εἶπεν, οὐδείς, ὦ ξένε, γίγνεται μοιχὸς παρʼ ἡμῖν. ἐκείνου δὲ ὑπολαβόντος, ἂν οὖν γένηται, ταῦρον, ἔφη ὁ Γεραδάτας ἐκτίνει μέγαν, ὃς ὑπερκύψας τὸ Ταΰγετον ἀπὸ τοῦ Εὐρώτα πίεται. θαυμάσαντος δʼ ἐκείνου καὶ φήσαντος, πῶς δὲ ἂν γένοιτο βοῦς τηλικοῦτος; γελάσας ὁ Γεραδάτας πῶς γὰρ ἄν, ἔφη, μοιχὸς ἐν Σπάρτῃ γένοιτο ἐν ᾗ πλοῦτος μὲν καὶ τρυφὴ καὶ καλλωπισμὸς ἀτιμάζονται, αἰδὼς δὲ καὶ εὐκοσμία καὶ τῶν ἡγουμένων πειθὼ πρεσβεύονται; ν