Ancient Greek · ~7 min
21 to 31
Plutarch, Ἀποφθέγματα Λακωνικά 21-31
Not analysed yet
πρὸς δὲ τὸν ἀξιοῦντα δημοκρατίαν ἐν τῇ πόλει καταστήσασθαι ὁ Λυκοῦργος εἶπε, σὺ πρῶτος ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν. πυνθανομένου δέ τινος διὰ τί μικρὰς οὕτω καὶ εὐτελεῖς ἔταξε τῶν θεῶν τὰς θυσίας, ὅπως, ἔφη, μηδέποτε τιμῶντες τὸ θεῖον διαλείπωμεν. μόνα δὲ ταῦτα τῶν ἀθλημάτων ἐφέντος αὐτοῦ τοῖς πολίταις ἀγωνίζεσθαι, ὅπου ἡ χεὶρ οὐκ ἀνατείνεται, ἐπύθετό τις τὴν αἰτίαν· ὁ δέ, ὅπως, εἶπε, μηδεὶς αὐτῶν ἐν τῷ πονεῖν ἀπαυδᾶν ἐθίζηται. ἐρωτῶντος δέ τινος, διὰ τί πυκνὰ μεταστρατοπεδεύειν κελεύει, ὅπως, εἶπε, πλείω τοὺς ἐχθροὺς βλάπτωμεν. ἄλλου δʼ ἐπιζητοῦντος διὰ τί πυργομαχεῖν ἀπεῖπε, ἵνα, ἔφη, μὴ ὑπὸ γυναικὸς ἢ παιδὸς ἤ τινος παραπλησίου ἀνθρώπου οἱ ἀμείνονες ἀποθνῄσκωσιν. τοῖς δὲ συμβουλευομένοις τῶν Θηβαίων περὶ τῆς ἱερουργίας καὶ τοῦ πένθους, ἣν ποιοῦνται τῇ Λευκοθέᾳ, συνεβούλευσεν εἰ μὲν θεὸν ἡγοῦνται, μὴ θρηνεῖν, εἰ δὲ ἄνθρωπον, μὴ ἱερουργεῖν ὡς θεῷ. πρὸς δὲ τοὺς ἐπιζητοῦντας τῶν πολιτῶν, πῶς ἂν πολεμίων ἔφοδον ἀλεξοίμεθα; ἐὰν πτωχοί, ἔφη, μένητε καὶ μὴ μείζων ἅτερος θατέρου ἐρᾶτε εἶναι. καὶ πάλιν ἐπιζητούντων περὶ τειχῶν, οὐκ ἔφη πόλιν εἶναι ἀτείχιστον, ἥτις ἀνδράσι καὶ οὐ πλίνθοις ἐστεφάνωται. ἐπεμέλοντο δὲ οἱ Σπαρτιᾶται καὶ τῆς κόμης, ἀπομνημονεύοντές τινα Λυκούργου λόγον περὶ τούτου, ὅτι τοὺς μὲν καλοὺς εὐπρεπεστέρους; ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους. παρήγγειλε δὲ ἐν τοῖς πολέμοις τρεψαμένους καὶ νικήσαντας μέχρι τοῦ βεβαιώσασθαι τὸ νίκημα ἐπιδιώκειν, εἶτα εὐθὺς ἀναχωρεῖν· οὔτε γενναῖον οὔτε Ἑλληνικὸν φονεύειν τοὺς παρακεχωρηκότας φάσκων εἶναι δʼ οὐ μόνον καλὸν τοῦτο καὶ μεγαλόψυχον ἀλλὰ καὶ χρήσιμον· εἰδότας γὰρ τοὺς μαχομένους πρὸς αὑτοὺς ὅτι φείδονται μὲν τῶν ἐνδιδόντων, ἀναιροῦσι δὲ τοὺς ὑφισταμένους, τοῦ μένειν τὸ φεύγειν ὠφελιμώτερον ἡγήσεσθαι. πυνθανομένου δέ τινος, διὰ τί τοὺς τῶν πολεμίων νεκροὺς ἀπηγόρευσε σκυλεύειν, ὅπως, ἔφη, μὴ κυπτάζοντες περὶ τὰ σκῦλα τῆς μάχης ἀμελῶσιν, ἀλλὰ καὶ τὴν πενίαν ἅμα τῇ τάξει διασῴζωσι.