Ancient Greek · ~3 min
Λυκούργου
Plutarch, Ἀποφθέγματα Λακωνικά 3-2
Not analysed yet
καὶ τῶν χρεῶν δὲ ἀποκοπὰς εἰσηγησάμενος ἐπεχείρησε καὶ τὰ κατʼ οἶκον ὄντα πάντα ἐξ ἴσου διαιρεῖν, ὅπως παντάπασιν ἐξέλοι τὸ ἄνισον καὶ ἀνώμαλον. ἐπεὶ δὲ χαλεπῶς ἑώρα προσδεξομένους τὴν ἄντικρυς ἀφαίρεσιν, τό τε χρυσοῦν καὶ ἀργυροῦν νόμισμα ἠκύρωσε, μόνῳ δὲ τῷ σιδηρῷ προσέταξε χρῆσθαι· καὶ μέχρις οὗ δεῖ ἔχειν τὴν ὅλην ὕπαρξιν πρὸς ἀμοιβὴν τούτου, περιώρισε. τούτου δὲ γενομένου, ἐξέπεσε τῆς Λακεδαίμονος ἀδικία πᾶσα· οὔτε γὰρ κλέπτειν οὔτε δωροδοκεῖν οὔτε ἀποστερεῖν ἢ ἁρπάζειν ἔτι ἐδύνατό τις, ὃ μήτε κατακρύψαι δυνατὸν ἦν μήτε κτήσασθαι ζηλωτὸν μήτε χρήσασθαι ἀκίνδυνον, μήτε ἐξάγειν ἢ ἐπάγειν ἀσφαλές, πρὸς δὲ τούτοις καὶ ἁπάντων τῶν περιττῶν ξενηλασίαν ἐποιήσατο διὸ οὔτε ἔμπορος οὔτε σοφιστὴς οὔτε μάντις ἢ ἀγύρτης οὔτε τῶν κατασκευασμάτων δημιουργὸς εἰσῄει εἰς τὴν Σπάρτην. οὐδὲ γὰρ νόμισμα παρʼ αὐτοῖς εὔχρηστον εἴασε, μόνον δὲ τὸ σιδηροῦν εἰσηγήσατο, ὅ ἐστι μνᾶ ὁλκῇ Αἰγιναία, δυνάμει δὲ χαλκοῖ τέσσαρες.