Ancient Greek · ~2 min
Λυκούργου
Plutarch, Ἀποφθέγματα Λακωνικά 4-2
Not analysed yet
ἐπιθέσθαι δὲ τῇ τρυφῇ καὶ τὸν ζῆλον ἀφελέσθαι τοῦ πλούτου διανοηθεὶς τὰ συσσίτια εἰσηγήσατο . πρὸς γοῦν τοὺς ἐπιζητοῦντας διὰ τί ταῦτα συνεστήσατο καὶ μεθʼ ὅπλων κατʼ ὀλίγους τοὺς πολίτας διῄρηκεν, ὅπως, εἶπεν, ἐξ ἑτοίμου τὰ παραγγελλόμενα δέχωνται, καὶ ἐάν τι νεωτερίζωσιν, ἐν ὀλίγοις ᾖ τὸ ἀμπλάκημα, ἰσομοιρία τε τῆς τροφῆς καὶ πόσεως ᾖ καὶ μήτε πόσει τινὶ ἢ βρώσει ἀλλὰ μηδὲ στρωμνῇ ἢ σκεύεσιν ἢ ἄλλῳ τινὶ τὸ σύνολον πλέον ἔχῃ ὁ πλούσιος τοῦ πένητος.