Ancient Greek · ~3 min
38 to 40
Plutarch, Ἀποφθέγματα Λακωνικά 38-40
Not analysed yet
πολλὴν δὲ τῆς Ἀσίας ὑφʼ ἑαυτῷ ποιησάμενος διέγνω χωρεῖν ἐπʼ αὐτὸν βασιλέα, ὅπως παύσῃ σχολὴν αὐτὸν ἄγοντα καὶ διαφθείροντα τοὺς τῶν Ἑλλήνων δημαγωγούς. μεταπεμφθεὶς δὲ ὑπὸ τῶν ἐφόρων ἕνεκα τῆς τοῦ περιεστηκότος τὴν Σπάρτην Ἑλληνικοῦ πολέμου αἰτίας διὰ τὰ ὑπὸ τοῦ Πέρσου διαπεμφθέντα χρήματα, εἰπὼν τὸν ἀγαθὸν ἄρχοντα δεῖν ὑπὸ τῶν νόμων ἄρχεσθαι, ἀπέπλευσε τῆς Ἀσίας πολὺν ἑαυτοῦ πόθον τοῖς ἐνταῦθα Ἕλλησι καταλιπών. τοῦ δὲ Περσικοῦ νομίσματος χάραγμα τοξότην ἔχοντος, ἀναζευγνύων ἔφη τρισμυρίοις τοξόταις ὑπὸ τοῦ βασιλέως ἐξελαύνεσθαι τῆς Ἀσίας τοσούτων γὰρ εἰς Ἀθήνας καὶ Θήβας κομισθέντων διὰ Τιμοκράτους χρυσῶν δαρεικῶν καὶ διαδοθέντων τοῖς δημαγωγοῖς, ἐξεπολεμώθησαν δῆμοι πρὸς τοὺς Σπαρτιάτας.