Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 41
Not analysed yet
καὶ ἀντέγραψε τοῖς ἐφόροις ἐπιστολὴν τήνδε, Ἀγησίλαος τοῖς ἐφόροις χαίρειν τὰν πολλὰν τᾶς Ἀσίας κατεστρεψάμεθα, καὶ τὼς βαρβάρως ἐλάσαμες, καὶ ἐν τᾷ Ἰωνίᾳ ὅπλα ἐποιήσαμες πολλά· ἐπεὶ δὲ κέλεσθέ με κατὰ τὰν προθεσμίαν παραγίνεσθαι, ἕπομαι τᾷ ἐπιστολᾷ, σχεδὸν δʼ αὐτὰν καὶ φθάσω· ἄρχω γὰρ οὐκ ἐμαυτῷ ἀρχάν, ἀλλὰ τᾷ πόλει καὶ τοῖς συμμάχοις· καὶ τότε ἄρχων ἄρχει ἀλαθέως κατὰ δίκαν, ὅταν καὶ ἄρχηται ὑπό τε νόμων καὶ ἐφόρων ἢ οἷοι ἂν ἄλλοι ἐν πόλει ἄρχοντες ὦσιν.