Ancient Greek · ~6 min
48 to 54
Plutarch, Ἀποφθέγματα Λακωνικά 48-2-54
Not analysed yet
πρὸς δὲ τὸν μακαρίζοντα Λάμπιν τὸν Αἰγινήτην, διότι ἐδόκει πλουσιώτατος εἶναι ναυκλήρια πολλὰ ἔχων, Λάκων εἶπεν, οὐ προσέχω εὐδαιμονίᾳ ἐκ σχοινίων ἀπηρτημένῃ. εἰπόντος δέ τινος Λάκωνι ὅτι ψεύδεται, ἀπεκρίνατο, ἐλεύθεροι γὰρ εἰμες οἱ δʼ ἄλλοι, αἴκα μὴ τἀληθῆ λέγωντι, οἰμώξονται. προθέμενός τις νεκρὸν στῆσαι ὀρθόν, ὡς πάντα ποιῶν οὐκ ἐδύνατο, νὴ Δία, εἶπεν, ἔνδον τι εἶναι δεῖ. Τύννιχος, Θρασυβούλου τοῦ παιδὸς ἀποθανόντος, εὐρώστως ἤνεγκε· καὶ ἐπίγραμμα εἰς τοῦτον ἐγένετο, τὰν Πιτάναν Θρασύβουλος ἐπʼ ἀσπίδος ἤλυθεν ἄπνους ἑπτὰ πρὸς Ἀργείων τραύματα δεξάμενος, δεικνὺς ἀντία πάντα· τὸν αἱματόεντα δʼ ὁ πρέσβυς θεὶς ἐπὶ πυρκαϊὴν Τύννιχος τάδε, Δειλοὶ κλαιέσθωσαν· ἐγὼ δέ σε, τέκνον, ἄδακρυς θάψω, τὸν καὶ ἐμὸν καὶ Λακεδαιμόνιον. Ἀλκιβιάδῃ τῷ Ἀθηναίῳ βαλανέως ἐπὶ πλεῖστον παραχέοντος ὕδωρ, Λάκων εἶπε, τί τοῦτο ὡς οὐ καθαρῷ; σφόδρα δὲ ὠς ῥυπαρῷ πλεῖον παράχει. Φιλίππου τοῦ Μακεδόνος προστάττοντός τινα διʼ ἐπιστολῆς, ἀντέγραψαν οἱ Λακεδαιμόνιοι περὶ ὧν ἆμιν ἔγραψας, Οὔ. ὅτε δὲ ἐνέβαλεν εἰς τὴν Λακωνικὴν καὶ ἐδόκουν ἅπαντες ἀπολεῖσθαι, εἶπε δὲ πρός τινα τῶν Σπαρτιατῶν, τί νῦν ποιήσετε, ὦ Λάκωνες; τί γάρ, ἔφη, ἄλλο ἢ ἀνδρείως ἀποθανούμεθα; μόνοι γὰρ ἡμεῖς Ἑλλήνων ἐλεύθεροι εἶναι καὶ μὴ ὑπακούειν ἄλλοις ἐμάθομεν. μετὰ δὲ τὴν Ἄγιδος ἧτταν, ὁμήρους αἰτοῦντος Ἀντιπάτρου πεντήκοντα παῖδας, Ἐτεοκλῆς ἐφορεύων εἶπε παῖδας μὲν οὐ δώσειν, ἵνα μὴ ἀπαίδευτοι γένωνται, τῆς πατρίου ἀγωγῆς ἀτευκτήσαντες· οὐδὲ πολῖται γὰρ ἂν εἴησαν πρεσβύτας δʼ ἢ γυναῖκας, εἰ βούλοιτο, διπλασίους δώσειν. ἀπειλοῦντος δʼ αὐτοῦ δεινά, εἰ μὴ λάβοι, ἀπεκρίναντο κοινῇ, ἐὰν χαλεπώτερα θανάτου ἐπιτάττῃς, εὐκολώτερον ἀποθανούμεθα.