Ancient Greek · ~4 min
Διάφορα Τῶν ἐν Τοῖς Λάκωσιν Ἀδόξων Ἀποφθέγματα
Plutarch, Ἀποφθέγματα Λακωνικά 55
Not analysed yet
Πρεσβύτης ἐν Ὀλυμπίᾳ συντελουμένου τοῦ ἀγῶνος προθυμούμενος θεάσασθαι, καθέδρας ἠπόρει· πολλοὺς δʼ ἐπιπορευόμενος τόπους ὑβρίζετο καὶ ἐσκώπτετο, μηδενὸς αὐτὸν παραδεχομένου· ὡς δὲ κατὰ τοὺς Λακεδαιμονίους ἧκεν, ἀνέστησαν πάντες οἱ παῖδες καὶ πολλοὶ τῶν ἀνδρῶν τοῦ τόπου ἐκχωροῦντες· τῶν δὲ Πανελλήνων ἐπισημηναμένων κρότῳ τὸ ἔθος καὶ ὑπερεπαινούντων, ὁ πρεσβύτης κινήσας πολιόν τε κάρη πολιόν τε γένειον καὶ δακρύσας, οἴμοι τῶν κακῶν, φησίν, ὡς ἅπαντες μὲν οἱ Ἕλληνες ἐπίστανται τὰ καλά, χρῶνται δʼ αὐτοῖς μόνοι Λακεδαιμόνιοι. φασὶ δέ τινες ὅτι καὶ Ἀθήνησι τὸ αὐτὸ ἐγένετο· Παναθηναίων γὰρ ὄντων οἱ Ἀττικοὶ γέροντα προεπηλάκιζον, προσκαλούμενοι μὲν ὡς παραδεξόμενοι, εἰ δὲ παραγένοιτο, οὐ προσδεχόμενοι· ὡς δὲ διεξιὼν σχεδὸν ἅπαντας ἐγένετο κατὰ τοὺς Λακεδαιμονίων θεωρούς, ἅπαντες τῶν βάθρων ἀναστάντες τοῦ τόπου παρεχώρουν· ἀγασθεὶς δὲ ὁ ὄχλος ἐπὶ τῷ γεγονότι ἐκρότησε μετὰ πολλῆς ἐπισημασίας, καί τις εἶπε τῶν Σπαρτιατῶν, ναὶ τὼ σιώ, ἴσασι μὲν οἱ Ἀθηναῖοι τὰ καλά, οὐ πράσσουσι δέ.