Ancient Greek · ~3 min
53 to 56
Plutarch, Ἀποφθέγματα Λακωνικά 53-56
Not analysed yet
τοὺς δὲ ὑπεναντιουμένους αὐτῷ φανερῶς μὲν οὐκ ἐτάραττε· διαπραττόμενος δὲ πέμπεσθαί τινας ἀεὶ στρατηγοὺς καὶ ἄρχοντας ἐξ αὐτῶν ἐπεδείκνυε γενομένους ἐν ταῖς ἐξουσίαις πονηροὺς καὶ πλεονέκτας· εἶτα κρινομένοις πάλιν αὖ βοηθῶν καὶ συναγωνιζόμενος οἰκείους ἐποιεῖτο καὶ μεθίστη πρὸς ἑαυτόν, ὥστε οὐδένα ἀντίπαλον εἶναι. ἐδεήθη τις αὐτοῦ γράψαι πρὸς τοὺς ἐπʼ Ἀσίας ξένους, ὅπως τύχῃ τοῦ δικαίου· ἀλλʼ οἱ ἐμοὶ ξένοι, εἶπε, τὰ δίκαια διʼ ἑαυτῶν, κἂν ἐγὼ μὴ γράψω, ποιοῦσιν. ἐπεδείκνυέ τις αὐτῷ τῆς πόλεως τὸ τεῖχος ὀχυρὸν καὶ καρτερῶς ἄγαν ἐξῳκοδομημένον, καὶ ἠρώτα εἰ καλὸν αὐτῷ φαίνεται· νὴ Δία, ἔφη. καλὸν οὐχ ὡς ἀνδράσι δὲ ἀλλʼ ὡς γυναιξὶν ἐνοικεῖν. Μεγαρέως δέ τινος περὶ τῆς πόλεως πρὸς αὐτὸν μεγαλαυχουμένου, μειράκιον, ἔφη, οἱ λόγοι σου πολλῆς δυνάμεως δέονται.