Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 57
Not analysed yet
ἃ δὲ τοὺς ἄλλους ἑώρα θαυμάζοντας ἐδόκει μηδὲ γινώσκειν. καί ποτε Καλλιππίδης ὁ τῶν τραγῳδιῶν ὑποκριτής, ὄνομα καὶ δόξαν ἔχων ἐν τοῖς Ἕλλησι καὶ σπουδαζόμενος ὑπὸ πάντων, πρῶτον μὲν ἀπήντησεν αὐτῷ καὶ προσεῖπεν, ἔπειτα σοβαρῶς εἰς τοὺς συμπεριπατοῦντας ἐμβαλὼν ἑαυτόν, ἐπεδείκνυτο νομίζων ἐκεῖνον ἄρξειν τινὸς φιλοφρονήσεως· τέλος δὲ εἶπεν, οὐκ ἐπιγιγνώσκεις με, ὦ βασιλεῦ, οὐδʼ ἤκουσας ὅστις εἰμί; ὁ ο Ἀγησίλαος ἀποβλέψας εἰς αὐτὸν εἶπεν, ἀλλʼ οὐ τύ ἐσσι Καλλιππίδας ὁ δεικηλίκτας; οὕτω δὲ Λακεδαιμόνιοι τοὺς μίμους καλοῦσιν.