Ancient Greek · ~3 min
56 to 62
Plutarch, Ἀποφθέγματα Λακωνικά 56-62
Not analysed yet
ἐπαίτης ᾔτησε Λάκωνα ἀλλὰ εἰ δοίην σοι, ἔφη, μᾶλλον πτωχεύσεις, τῆς δὲ ἀσχημοσύνης σου ταύτης ὁ πρῶτος μεταδοὺς αἴτιος, ἀργόν σε ποιήσας. Λάκων ἰδὼν ἀγείροντά τινα θεοῖς, οὐδὲν εἶπε φροντίζειν θεῶν πτωχοτέρων ἑαυτοῦ. λαβών τις μοιχὸν ἐπʼ αἰσχρᾷ γυναικί, ἄθλιε, εἶπε, τίς τοι ἀνάγκα; ἄλλος ἀκούων ῥήτορος μεγάλας στρέφοντος περιόδους, ἀλλὰ ναὶ τὼ σιώ, εἶπεν, ἀνδρεῖὸς γε ὁ ἄνθρωπος· πρὸς οὐδὲν ὑποκείμενον εὖ στροβιλοῖ τὴν γλῶτταν. εἰς Λακεδαίμονα παραγενόμενός τις καὶ τὴν πρὸς τοὺς πρεσβύτας τῶν νέων τιμὴν θεασάμενος, ἐν Σπάρτῃ μόνῃ, εἶπε, λυσιτελεῖ γηράσκειν. ἐρωτηθεὶς Λάκων ὁποῖός ἐστι Τυρταῖος ὁ ποιητής, ἀγαθός, εἶπε, κακκονῆν νέων ψυχάς. ἕτερος ἀλγῶν τοὺς ὀφθαλμοὺς ἐξῄει ἐπὶ πόλεμον· λεγόντων δὲ αὐτῷ τινων, ποῦ ἄπει οὕτως ἔχων ἢ τί ποιήσων; κἂν μηδὲν ἕτερον πράξω, ἔφη, πολεμίου γε μάχαιραν ἀμβλυνῶ.