Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 60
Not analysed yet
ἐπεὶ δὲ Κόνων καὶ Φαρνάβαζος τῷ βασιλέως ναυτικῷ θαλαττοκρατοῦντες ἐπολιόρκουν τὰ παράλια τῆς Λακωνικῆς, ἐτειχίσθη δὲ τὸ ἄστυ τῶν Ἀθηναίων Φαρναβάζου χρήματα δόντος, εἰρήνην ἐποιήσαντο Λακεδαιμόνιοι πρὸς βασιλέα· καὶ πέμπουσι πολίτην Ἀνταλκίδαν πρὸς Τιρίβαζον, τοὺς ἐν τῇ Ἀσίᾳ Ἕλληνας, ὑπὲρ ὧν ἐπολέμησεν Ἀγησίλαος, βασιλεῖ παραδιδόντες. ὅθεν δὴ ἥκιστα συνέβη τῆς κακοδοξίας ταύτης Ἀγησιλάῳ μετασχεῖν· ὁ γὰρ Ἀνταλκίδας ἐχθρὸς ἦν αὐτῷ, καὶ τὴν εἰρήνην ἐξ ἅπαντος ἔπραττεν, ὡς τοῦ πολέμου τὸν Ἀγησίλαον αὔξοντος καὶ ποιοῦντος ἐνδοξότατον καὶ μέγιστον.