Ancient Greek
58 to 59
Plutarch, Ἀποφθέγματα Λακωνικά 58-59
Not analysed yet
τοῦ δὲ μιμουμένου τὴν τῆς ἀηδόνος φωνὴν ἀκοῦσαι παρακαλούμενος παρῃτήσατο φήσας αὐτᾶς ἄκουκα πολλάκις. Μενεκράτους δὲ τοῦ ἰατροῦ, ἐπεὶ κατατυχὼν ἔν τισιν ἀπεγνωσμέναις θεραπείαις Ζεὺς ἐπεκλήθη, φορτικῶς ταύτῃ χρωμένου τῇ προσωνυμίᾳ, καὶ δὴ πρὸς τὸν Ἀγησίλαον ἐπιστεῖλαι τολμήσαντος οὕτω, Μενεκράτης Ζεὺς Ἀγησιλάῳ βασιλεῖ χαίρειν, οὐκ ἀναγνοὺς τὰ λοιπὰ ἀντέγραψε, βασιλεὺς Ἀγησίλαος Μενεκράτει ὑγιαίνειν.