Ancient Greek
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 70
Not analysed yet
Φιλοτεκνότατος δʼ ὢν διαφερόντως, λέγεται ὅτι μικροῖς τοῖς παιδίοις κάλαμον περιβεβηκὼς ὥσπερ ἵππον οἴκοι συνέπαιζεν ὀφθεὶς δὲ ὑπό τινος τῶν φίλων παρεκάλει μηδενὶ φράζειν, πρὶν ἂν καὶ αὐτὸς πατὴρ παίδων γένηται.