Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 71
Not analysed yet
συνεχῶς δὲ αὐτοῦ τοῖς Θηβαίοις πολεμοῦντος καὶ τρωθέντος ἐν τῇ μάχῃ, φασὶ τὸν Ἀνταλκίδαν εἰπεῖν, καλὰ τὰ διδασκάλια παρὰ Θηβαίων ἀπολαμβάνεις, μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας. τῷ γὰρ ὄντι Θηβαίους αὐτοὺς ἑαυτῶν πολεμικωτάτους τότε φασὶ γενέσθαι ταῖς πολλαῖς στρατείαις τῶν Λακεδαιμονίων ἐπʼ αὐτούς. διὸ καὶ Λυκοῦργος ὁ παλαιὸς ἐν ταῖς καλουμέναις Ῥήτραις ἀπεῖπε πολλάκις ἐπὶ τοὺς αὐτοὺς στρατεύειν, ὅπως πολεμεῖν μὴ μανθάνωσιν.