Ancient Greek · ~2 min
Ἀγησιλάου τοῦ Μεγάλου
Plutarch, Ἀποφθέγματα Λακωνικά 72
Not analysed yet
ἐπεὶ δὲ ἤκουσέ ποτε δυσχερᾶναι τοὺς συμμάχους διὰ τὰς συνεχεῖς στρατείας, ὀλίγοις οὖσι τοῖς Λακεδαιμονίοις πολλοὺς ἀκολουθοῦντας, ἐλέγξαι βουλόμενος αὐτῶν τὸ πλῆθος ἐκέλευσεν ἅπαντας τοὺς συμμάχους καθίσαι μετʼ ἀλλήλων ἀναμεμιγμένους, ἰδίᾳ δὲ τοὺς Λακεδαιμονίους ἐφʼ ἑαυτῶν· εἶτα ἐκήρυττε τοὺς κεραμεῖς ἀνίστασθαι πρώτους, ὡς δὲ ἀνέστησαν οὗτοι, δευτέρους ἐκήρυττε τοὺς χαλκεῖς, εἶτα τέκτονας ἐφεξῆς καὶ οἰκοδόμους, καὶ τῶν ἄλλων τεχνῶν ἑκάστην. πάντες οὖν ὀλίγου δεῖν ἀνέστησαν οἱ σύμμαχοι, τῶν δὲ Λακεδαιμονίων οὐδείς· ἀπείρητο γὰρ αὐτοῖς τέχνην ἐργάζεσθαι ἢ μανθάνειν βάναυσον. οὕτω δὴ γελάσας ὁ Ἀγησίλαος, ὁρᾶτε, εἶπεν, ὦ ἄνδρες, ὅσῳ πλείονας ὑμῶν στρατιώτας ἐκπέμπομεν ἡμεῖς; ν