Ancient Greek · ~3 min
Section 10
Plutarch, Αἴτια φυσικά 10
Not analysed yet
διὰ τί τῷ οἴνῳ θάλασσαν παραχέουσι καὶ χρησμόν τινα λέγουσιν ἁλιεῖς κομισθῆναι προστάττοντα βαπτίζειν τὸν Διόνυσον πρὸς τὴν θάλατταν, οἱ δὲ πόρρω θαλάττης ἐμβάλλουσι γύψον Ζακυνθίαν ὀπτήσαντες; πότερον ἡ θερμότης βοηθεῖ πρὸς τὴν περίψυξιν, ἢ αὐτὴ ἐξίστησι μάλιστα τὸν οἶνον ἀποσβεννύουσα καὶ φθείρουσα τὴν δύναμιν· ἢ τὸ ὑδατῶδες καὶ πνευματῶδες τοῦ οἴνου πρὸς μεταβολὴν ἐπισφαλέστατʼ ἔχον ἵστησι τὰ γεώδη πεφυκότα στύφειν καὶ κατισχναίνειν, οἱ δʼ ἅλες μετὰ τῆς θαλάττης λεπτύνοντες καὶ ἀποτήκοντες τάλλότριον καὶ περιττὸν οὐκ ἐῶσι δυσωδίαν οὐδὲ σῆψιν ἐγγίγνεσθαι· πρὸς δὲ τούτοις, ὅσον ἐστὶ παχὺ καὶ γεῶδες, ἐμπλεκόμενον τοῖς βαρυτέροις καὶ συγκατασπώμενον ὑποστάθμην ποιεῖ καὶ τρύγα τὸν δʼ οἶνον ἀπολείπει καθαρόν;