Ancient Greek · ~2 min
Section 11
Plutarch, Αἴτια φυσικά 11
Not analysed yet
διὰ τί μᾶλλον ναυτιῶσι τὴν θάλατταν πλέοντες ἢ τοὺς ποταμούς, κἂν ἐν γαλήνῃ πλέωσι; ἦ ὅτι μάλιστα ναυτίαν κινεῖ τῶν αἰσθήσεων ἡ ὄσφρησις, τῶν δὲ παθῶν ὁ φόβος; καὶ γὰρ τρέμουσι καὶ φρίττουσι καὶ κοιλίας ἐξυγραίνονται φαντασίαν κινδύνου λαβόντες· τούτων δʼ οὐδέτερον ἐνοχλεῖ τοῖς διὰ ποταμοῦ πλέουσιν· ἡ γὰρ ὄσφρησις παντὶ ποτίμῳ καὶ γλυκεῖ συνήθης ἐστὶν ὁ δὲ πλοῦς ἀκίνδυνος, ἐν δὲ τῇ θαλάττῃ τὴν τʼ ὀσμὴν ἀηθείᾳ δυσχεραίνουσι καὶ φοβοῦνται, μὴ πιστεύοντες τῷ παρόντι περὶ τοῦ μέλλοντος· οὐδὲν οὖν ὄφελος τῆς γαλήνης, ἀλλὰ καὶ ἡ ψυχὴ σάλον ἔχουσα καὶ θορυβουμένη συγκινεῖ καὶ ἀναπίμπλησι τὸ σῶμα τῆς ταραχῆς.