Ancient Greek · ~2 min
Section 15
Plutarch, Αἴτια φυσικά 15
Not analysed yet
διὰ τί πυροφόρος ἡ πίων καὶ βαθεῖα χώρα, κριθοφόρος δὲ μᾶλλον ἡ λεπτόγεως; ἦ ὅτι τῶν σπερμάτων τὰ ἰσχυρὰ πλείονος τροφῆς δεῖται τὰ δʼ ἀσθενῆ λεπτῆς καὶ ἐλαφρᾶς,· ἀσθενέστερον δʼ ἡ κριθὴ καὶ μανότερον· ὅθεν οὐ φέρει τὴν πολλὴν τροφὴν καὶ βαρεῖαν; μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ πυροῦ τὸν τρίμηνον ἐν τοῖς ὑποξήροις φύεσθαι βέλτιον, ἀνοτώτερον ὄντα καὶ τροφῆς ἐλάττονος δεόμενον· διὸ καὶ συντελεῖται τάχιον.