Ancient Greek · ~2 min
Section 16
Plutarch, Αἴτια φυσικά 16
Not analysed yet
διὰ τί λέγεται σῖτον ἐν πηλῷ φύτευε, τὴν δὲ κριθὴν ἐν κόνει; πότερον, ὡς εἰρήκαμεν, ὁ μὲν δύναται πλείονος τροφῆς κατακρατεῖν ἡ δʼ οὐ φέρει τὸ πολὺ καὶ κατακλύζον, ἢ πυκνὸς ὢν ὁ πυρὸς καὶ ξυλώδης φύεται βέλτιον ἐν ὑγρῷ μαλαττόμενος καὶ χυλούμενος, τῇ δὲ κριθῇ διὰ μανότητα σύμφορον ἐν ἀρχῇ τὸ ξηρότερον, ἢ διὰ θερμότητα σύμμετρος καὶ ἀβλαβὴς; ἡ κρᾶσις ψυχρότερον δʼ ἡ κριθή· ἢ φοβοῦνται τὸν πυρὸν ἐν ξηρῷ τρίβειν διὰ τοὺς μύρμηκας, εὐθὺς γὰρ ἐπιτίθενται, εἰς δὲ κριθὰς ἧττον φέρονται, δυσβάστακτοι γάρ εἰσι καὶ δυσπαρακόμιστοι διὰ μέγεθος;