Ancient Greek · ~3 min
Section 31
Plutarch, Αἴτια φυσικά 31
Not analysed yet
διὰ τί ἄμπελος οἴνῳ ῥαινομένη, μάλιστα τῷ ἐξ αὑτῆς, ἀναξηραίνεται; πότερον, ὥσπερ ἐν τοῖς πολυπόταις γίνεται φαλάκρωσις, ὑπὸ θερμότητος τοῦ οἴνου τὸ ὑγρὸν ἐξατμίζοντος· ἢ φὺ τὸ οἰνῶδές ἐστιν, ὥς φησιν Ἐμπεδοκλῆς οἶνον ὑπὸ φλοιοῦ πέλεσθαι σαπὲν ἐν ξύλῳ ὕδωρ· ὅταν οὖν ἔξωθεν οἴνῳ βρέχηται, γίγνεται πῦρ ἐπὶ πῦρ τῇ ἀμπέλῳ καὶ τοῦ τρέφοντος δύναμιν ἐξίστησιν ἡ κρᾶσις· ἢ στυπτικὴν φύσιν ἔχων ὁ ἄκρατος ἐνδύεται ταῖς ῥίζαις, καὶ τοὺς πόρους συναγαγὼν καὶ πυκνώσας οὐ διίησι τὸ ὕδωρ εἰς τὸ φυτόν, ᾧ εὐθαλεῖν καὶ βλαστάνειν πέφυκεν ἢ καὶ τοῦτο μᾶλλον εἰκὸς εἶναι τῇ ἀμπέλῳ παρὰ φύσιν, τὸ ἐξ αὐτῆς ἀπιὸν εἰς αὐτὴν ἐπανιὸν πάλιν δέχεσθαι; τῆς γὰρ ἐν τοῖς φυτοῖς ὑγρότητος ἤνθει καί τι τρέφειν μηδὲ προστίθεσθαι μηδὲ μέρος εἶναι τοῦ φυ