Ancient Greek · ~2 min
Section 30
Plutarch, Αἴτια φυσικά 30
Not analysed yet
διὰ τί τῶν ἀμπέλων τὰς ἀκάρπους, τοῖς δʼ ἀκρέμοσι καὶ ἔρνεσιν εὐτροφούσας τραγᾶν λέγομεν; ἦ ὅτι τῶν τράγων οἱ σφόδρα πίονες ἧττόν εἰσι γόνιμοι καὶ μόλις ὑπὸ πιμελῆς ὀχεύουσι; τὸ γὰρ σπέρμα περίττωμα τῆς τροφῆς ἐστι τῆς τῷ σώματι προστιθεμένης· ὅταν οὖν ἢ ζῷον ἢ δένδρον εὐεκτῇ καὶ παχύνηται, τοῦτο σημεῖόν ἐστι τοῦ τὴν τροφὴν ἐν ἑαυτῷ καταναλισκομένην μηθὲν ἢ μικρόν τι καὶ ἀγεννὲς περίττωμα ποιεῖν.