Ancient Greek · ~2 min
Section 25
Plutarch, Γαμικὰ παραγγέλματα 25
Not analysed yet
ὁ Σωκράτης ἐκέλευε τῶν ἐσοπτριζομένων νεανίσκων τοὺς μὲν αἰσχροὺς ἐπανορθοῦσθαι τῇ ἀρετῇ, τοὺς δὲ καλοὺς μὴ καταισχύνειν τῇ κακίᾳ τὸ εἶδος. καλὸν οὖν καὶ τὴν οἰκοδέσποιναν, ὅταν ἐν ταῖς χερσὶν ἔχῃ τὸ ἔσοπτρον, αὐτὴν ἐν ἑαυτῇ διαλαλεῖν, τὴν μὲν αἰσχρὰν τί οὖν, ἂν μὴ σώφρων γένωμαι; τὴν δὲ καλὴν τί οὖν, ἂν καὶ σώφρων γένωμαι; τῇ γὰρ αἰσχρᾷ σεμνότερον εἰ φιλεῖται διὰ τὸ ἦθος ἢ τὸ κάλλος.