Ancient Greek · ~2 min
Section 26
Plutarch, Γαμικὰ παραγγέλματα 26
Not analysed yet
ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας. πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς τοῦτʼ εἶπεν οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλʼ ἀκοσμία φαίνοιτʼ ἂν εἶναι σῶν τε μαργότης φρενῶν κόσμος γάρ ἐστιν, ὡς ἔλεγε Κράτης, τὸ κοσμοῦν κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλʼ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.