Ancient Greek · ~3 min
Section 40
Plutarch, Γαμικὰ παραγγέλματα 40
Not analysed yet
ἡ Ἑρμιόνη δοκεῖ τι λέγειν ἀληθὲς λέγουσα κακῶν γυναικῶν εἴσοδοί μʼ ἀπώλεσαν τοῦτο δʼ οὐχ ἁπλῶς γιγνόμενόν ἐστιν, ἀλλʼ ὅταν αἱ πρὸς τοὺς ἄνδρας διαφοραὶ καὶ ζηλοτυπίαι ταῖς τοιαύταις γυναιξὶ μὴ τὰς θύρας μόνον ἀλλὰ καὶ τὰς ἀκοὰς ἀνοίγωσι τότʼ οὖν δεῖ μάλιστα τὴν νοῦν ἔχουσαν ἀποκλείειν τὰ ὦτα καὶ φυλάττεσθαι τὸν ψιθυρισμόν, ἵνα πῦρ ἐπὶ πῦρ γένηται, καὶ πρόχειρον ἔχειν τὸ τοῦ Φιλίππου. λέγεται γὰρ ἐκεῖνος ὑπὸ τῶν φίλων παροξυνόμενος ἐπὶ τοὺς Ἕλληνας ὡς εὖ πάσχοντας καὶ κακῶς αὐτὸν λέγοντας εἰπεῖν τί οὖν, ἂν καὶ κακῶς ποιῶμεν αὐτούς; ὅταν οὖν αἱ διαβάλλουσαι λέγωσιν ὅτι λυπεῖ σε φιλοῦσαν ὁ ἀνὴρ καὶ σωφρονοῦσαν, τί οὖν, ἂν φαίης, ἂν καὶ μισεῖν αὐτὸν ἄρξωμαι καὶ ἀδικεῖν;