Ancient Greek · ~2 min
Section 41
Plutarch, Γαμικὰ παραγγέλματα 41
Not analysed yet
ὁ τὸν δραπέτην ἰδὼν διὰ χρόνου καὶ διώκων, ὡς κατέφυγε φθάσας εἰς μυλῶνα, ποῦ δʼ ἂν ἔφη σὲ μᾶλλον εὑρεῖν ἐβουλήθην ἢ ἐνταῦθα; γυνὴ τοίνυν διὰ ζηλοτυπίαν ἀπόλειψιν γράφουσα καὶ χαλεπῶς ἔχουσα λεγέτω πρὸς ἑαυτὴν ποῦ δʼ ἂν ἡ ζηλοῦσά με μᾶλλον ἡσθείη θεασαμένη καὶ τί ποιοῦσαν ἢ λυπουμένην καὶ στασιάζουσαν πρὸς τὸν ἄνδρα καὶ τὸν οἶκον αὐτὸν καὶ τὸν θάλαμον προϊεμένην;