Ancient Greek · ~2 min
Section 42
Plutarch, Γαμικὰ παραγγέλματα 42
Not analysed yet
Ἀθηναῖοι τρεῖς ἀρότους ἱεροὺς ἄγουσι, πρῶτον ἐπὶ Σκίρῳ, τοῦ παλαιοτάτου τῶν σπόρων ὑπόμνημα, δεύτερον ἐν τῇ Ρ̓αρίᾳ, τρίτον ὑπὸ πόλιν τὸν καλούμενον Βουζύγιον. τούτων δὲ πάντων ἱερώτατός ἐστιν ὁ γαμήλιος σπόρος καὶ ἄροτος ἐπὶ παίδων τεκνώσει. καλῶς τὴν Ἀφροδίτην ὁ Σοφοκλῆς εὔκαρπον Κυθέρειαν προσηγόρευσε. διὸ δεῖ μάλιστα τούτῳ χρῆσθαι μετʼ εὐλαβείας τὸν ἄνδρα καὶ τὴν γυναῖκα, τῶν ἀνιέρων καὶ παρανόμων πρὸς ἑτέρους ἁγνεύοντας ὁμιλιῶν, καὶ μὴ σπείροντας ἐξ ὧν οὐδὲν αὐτοῖς φύεσθαι θέλουσιν ἀλλὰ κἂν γένηται καρπὸς αἰσχύνονται καὶ ἀποκρύπτουσι.