Ancient Greek · ~1 min
Section 91
Plutarch, Ἀίτια Ῥωμαϊκά 91
Not analysed yet
διὰ τί τοῖς πατρικίοις οὐκ ἐξῆν περὶ τὸ Καπετώλιον κατοικεῖν; πότερον ὅτι Μᾶρκος Μάλλιος αὐτόθι κατοικῶν ἐπεχείρησε τυραννίδι, διʼ ὃν ἀπώμοτόν φασιν εἶναι τῷ οἴκῳ μηδενὶ Μαλλίων ὄνομα Μάρκου γενέσθαι. ἢ παλαιὸς ἦν φόβος οὗτος; Ποπλικόλαν γοῦν ἄνδρα δημοτικώτατον οὐκ ἐπαύσαντο διαβάλλοντες μὲν οἱ δυνατοὶ δεδιότες δʼ οἱ πολλοί, μέχρι οὗ τὴν οἰκίαν αὐτὸς κατέσκαψεν ἐπικεῖσθαι τῇ ἀγορᾷ δοκοῦσαν.