Ancient Greek · ~1 min
Section 92
Plutarch, Ἀίτια Ῥωμαϊκά 92
Not analysed yet
διὰ τί τῷ σώσαντι πολίτην ἐν πολέμῳ δρύινον διδόασι στέφανον; πότερον ὅτι πανταχοῦ καὶ ῥᾳδίως ἔστιν εὐπορῆσαι δρυὸς ἐπὶ στρατείας; ἢ ὅτι Διὸς καὶ Ἥρας ἱερὸς ὁ στέφανός ἐστιν, οὓς πολιούχους νομίζουσιν; ἢ παλαιὸν ἀπʼ Ἀρκάδων τὸ ἔθος, οἷς ἔστι τις συγγένεια πρὸς τὴν δρῦν; πρῶτοι γὰρ ἀνθρώπων γεγονέναι δοκοῦσιν ἐκ γῆς, ὥσπερ ἡ δρῦς τῶν φυτῶν.