Ancient Greek · ~2 min
Section 95
Plutarch, Ἀίτια Ῥωμαϊκά 95
Not analysed yet
διὰ τί νενόμισται τοὺς ἁγνεύοντας ὀσπρίων ἀπέχεσθαι; πότερον, ὡς οἱ Πυθαγορικοὶ, τοὺς μὲν κυάμους ἀφωσιοῦντο διὰ τὰς λεγομένας αἰτίας, τὸν δὲ λάθυρον καὶ τὸν ἐρέβινθον ὡς παρωνύμους τοῦ ἐρέβους καὶ τῆς λήθης; ἢ ὅτι πρὸς τὰ περίδειπνα καὶ τὰς προκλήσεις τῶν νεκρῶν μάλιστα χρῶνται τοῖς ὀσπρίοις; ἢ μᾶλλον ὅτι δεῖ πρὸς τὰς ἁγνείας καὶ ἁγιστείας καθαρὰ καὶ λιτὰ τὰ σώματα ἔχειν; ἔστι δὲ τὰ ὄσπρια πνευματώδη καὶ περίττευμα ποιεῖ πολλῆς καθάρσεως δεόμενον. ἢ ὅτι καὶ πρὸς συνουσίαν παρορμᾷ διὰ τὸ φυσῶδες καὶ πνευματικόν;