Ancient Greek · ~2 min
Section 96
Plutarch, Ἀίτια Ῥωμαϊκά 96
Not analysed yet
διὰ τί τῶν παναγῶν παρθένων τὰς διαφθαρείσας ἄλλως οὐ κολάζουσιν, ἀλλὰ ζώσας κατορύττουσι; πότερον ὅτι καίουσι τοὺς ἀποθανόντας, θάπτειν δὲ πυρὶ τὴν τὸ πῦρ τὸ θεῖον ὁσίως μὴ φυλάξασαν οὐκ ἦν δίκαιον; ἢ σῶμα ταῖς μεγίσταις καθωσιωμένον ἁγιστείαις ἀναιρεῖν καὶ προσφέρειν ἱερᾷ γυναικὶ χεῖρας οὐ θεμιτὸν ἐνόμιζον; αὐτὴν οὖν ἀποθανεῖν μηχανώμενοι διʼ αὑτῆς, κατεβίβαζον ὑπὸ γῆν εἰς οἴκημα πεποιημένον, ὅπου καὶ λύχνος ἔκειτο καιόμενος καὶ ἄρτος καὶ γάλακτός τι καὶ ὕδατος εἶτα γῇ τὸ οἴκημα κατέκρυπτον ἄνωθεν. καὶ οὐδὲ τοῦτον τὸν τρόπον ἀφοσιωσάμενοι τὴν δεισιδαιμονίαν ἐκπεφεύγασιν, ἀλλὰ μέχρι νῦν ἐναγίζουσιν οἱ ἱερεῖς ἐκεῖ βαδίζοντες ἐπὶ τὸν τόπον.