Ancient Greek · ~10 min
Section 38
Plutarch, Περὶ τῶν κοινῶν ἐννοιῶν πρὸς τοὺς Στωικοὺς 38
Not analysed yet
ΔΙΑΔΟΥΜ. καὶ μὴν παρὰ τὴν ἔννοιαν μήτʼ ἄκρον ἐν τῇ φύσει τῶν σωμάτων μήτε πρῶτον μήτʼ ἔσχατον μηδέν, εἰς ὃ λήγει τὸ μέγεθος τοῦ σώματος, ἀλλʼ ἀεί τι τοῦ ληφθέντος ἐπέκεινα φαινόμενον εἰς ἄπειρον καὶ ἀόριστον ἐμβάλλειν τὸ ὑποκείμενον. οὔτε γὰρ μεῖζον οὔτε ἔλαττον ἔσται νοεῖν ἕτερον ἑτέρου μέγεθος, εἰ τὸ προϊέναι τοῖς μέρεσιν ἐπʼ ἄπειρον ἀμφοτέροις συμβέβηκεν, ἀλλʼ ἀνισότητος αἴρεται φύσις ἀνίσων γὰρ νοουμένων, τὸ μὲν προαπολείπεται τοῖς ἐσχάτοις μέρεσι τὸ δὲ παραλλάττει καὶ περίεστι· μὴ οὔσης δʼ ἀνισότητος, ἕπεται μὴ ἀνωμαλίαν εἶναι μηδὲ τραχύτητα σώματος· ἀνωμαλία μὲν γάρ ἐστι μιᾶς ἐπιφανείας ἀνισότης πρὸς ἑαυτήν, τραχύτης δʼ ἀνωμαλία μετὰ σκληρότητος· ὧν οὐδὲν ἀπολείπουσιν οἱ σῶμα εἰς ἔσχατον μέρος περαίνοντες ἀλλὰ πάντα πλήθει μερῶν ἐπʼ ἄπειρον ἐξάγοντες καίτοι πῶς οὐκ ἐναργές ἐστι τὸν ἄνθρωπον ἐκ πλειόνων συνεστηκέναι μορίων ἢ τὸν δάκτυλον τοῦ ἀνθρώπου, καὶ πάλιν τὸν κόσμον ἢ τὸν ἄνθρωπον; ταῦτα γὰρ ἐπίστανται καὶ διανοοῦνται πάντες, ἂν μὴ Στωικοὶ γένωνται γενόμενοι δὲ Στωικοὶ τἀναντία λέγουσι καὶ δοξάζουσιν, ὡς οὐκ ἔστιν ἐκ πλειόνων μορίων ὁ ἄνθρωπος ἢ ὁ δάκτυλος οὐδʼ ὁ κόσμος ἢ ὁ ἄνθρωπος· ἐπʼ ἄπειρον γὰρ ἡ τομὴ προάγει τὰ σώματα· τῶν δʼ ἀπείρων οὐδέν ἐστι πλέον οὐδʼ ἔλαττον οὐδʼ ὅλως ὑπερβάλλει πλῆθος, ἢ παύσεται τὰ μέρη τοῦ ὑπολειπομένου μεριζόμενα καὶ παρέχοντα πλῆθος ἐξ αὑτῶν ὁτισοῦν. ΛΑΜΠΡ. Πῶς οὖν ἀμύνονται ταύτας; τὰς ἀπορίας; ΔΙΑΔΟΥΜ. . εὐμηχάνως κομιδῇ καὶ ἀνδρείως λέγει γὰρ ὁ Χρύσιππος ἐρωτωμένους ἡμᾶς, εἴ τινα ἔχομεν μέρη καὶ πόσα καὶ ἐκ τίνων συγκείμενα μερῶν καὶ πόσων, διαστολῇ χρήσεσθαι, τὸ μὲν ὁλοσχερὲς τιθέντας, ὡς ἐκ κεφαλῆς καὶ θώρακος καὶ σκελῶν συγκείμεθα τοῦτο γὰρ ἦν πᾶν τὸ ζητούμενον καὶ ἀπορούμενον ἐὰν δʼ ἐπὶ τὰ ἔσχατα μέρη τὸ ἐρωτᾶν προάγωσιν, οὐδέν φησὶ τῶν τοιούτων ἐστὶν ὑποληπτέον, ἀλλὰ ῥητέον οὔτʼ ἔκ τινων συνεστάναι καὶ ὁμοίως οὔτʼ ἐξ ὁποσωνοῦν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων. καί μοι δοκῶ ταῖς ἐκείνου κεχρῆσθαι λέξεσιν αὐταῖς, ὅπως συνίδῃς ὃν τρόπον διεφύλαττε τὰς κοινὰς ἐννοίας, κελεύων ἡμᾶς νοεῖν τῶν σωμάτων ἕκαστον οὔτʼ ἔκ τινων οὔτʼ ἐξ ὁποσωνοῦν μερῶν οὔτʼ ἐξ ἀπείρων οὔτʼ ἐκ πεπερασμένων συγκείμενον. εἰ μὲν γάρ, ὡς ἀγαθοῦ καὶ κακοῦ τὸ ἀδιάφορον, οὕτω πεπερασμένου τι καὶ ἀπείρου μέσον ἐστίν, εἰπόντα τί τοῦτʼ ἐστὶν ἔδει λῦσαι τὴν ἀπορίαν· εἰ δέ, ὡς τὸ μὴ ἴσον εὐθὺς ἄνισον καὶ τὸ μὴ φθαρτὸν ἄφθαρτον, οὕτω τὸ μὴ πεπερασμένον ἄπειρον νοοῦμεν, ὅμοιόν ἐστιν, οἶμαι, τῷ τὸ σῶμα εἶναι μήτʼ ἐκ πεπερασμένων μήτʼ ἐξ ἀπείρων καὶ λόγον εἶναι μήτʼ ἐξ ἀληθῶν λημμάτων μήτʼ ἐκ ψευδῶν μήτʼ ἐξ