Ancient Greek · ~3 min
Section 11
Plutarch, Περὶ τοῦ Ε τοῦ ἐν Δελφοῖς 11
Not analysed yet
πολλὰ δʼ ἄλλα τοιαῦτʼ ἔφην ἐγὼ παρελθὼν τὸν Πλάτωνα προσάξομαι λέγοντα κόσμον ἕνα, ὡς εἴπερ εἰσὶ παρὰ τοῦτον ἕτεροι καὶ μὴ μόνος οὗτος εἷς, πέντε τοὺς πάντας ὄντας καὶ μὴ πλείονας. μὴν ἀλλὰ κἂν εἷς οὗτος μονογενής, ὡς οἴεται καὶ Ἀριστοτέλης, τρόπον τινὰ καὶ τοῦτον ἐκ πέντε συγκείμενον κόσμων καὶ συνηρμοσμένον εἶναι· ὧν ὁ μὲν ἐστι γῆς ὁ δʼ ὕδατος, τρίτος δὲ πυρὸς καὶ τέταρτος ἀέρος· τὸν δὲ πέμπτον οὐρανὸν οἱ δὲ φῶς οἱ δʼ αἰθέρα καλοῦσιν, οἱ δʼ αὐτὸ τοῦτο πέμπτην οὐσίαν, τὸ κύκλῳ περιφέρεσθαι μόνῃ τῶν σωμάτων κατὰ φύσιν ἐστίν, οὐκ ἐξ ἀνάγκης οὔτʼ ἄλλως συμβεβηκὸς δὴ καὶ τὰ πέντε καὶ κάλλιστα καὶ τελεώτατα σχήματα τῶν ἐν τῇ φύσει κατανοήσας, πυραμίδα καὶ κύβον καὶ ὀκτάεδρον καὶ εἰκοσάεδρον καὶ δωδεκάεδρον, ἕκαστον οἰκείως ἑκάστῳ προσένειμεν.