Ancient Greek
Section 10
Plutarch, Περὶ φυγῆς 10
Not analysed yet
ὅπου γὰρ οὐ φαύλως δοκεῖ λέγειν ὁ Καλλίμαχος τό μὴ μετρεῖν σχοίνῳ Περσίδι τὴν σοφίην; ἦπου τὴν εὐδαιμονίαν σχοίνοις καὶ παρασάγγαις μετροῦντες, ἐὰν νῆσον οἰκῶμεν διακοσίων σταδίων, ἀλλὰ μὴ τεσσάρων ἡμερῶν ὥσπερ ἡ Σικελία περίπλουν ἔχουσαν, ὀδυνᾶν ἑαυτοὺς καὶ θρηνεῖν ὀφείλομεν ὡς κακοδαιμονοῦντες; τί γὰρ ἡ πλατεῖα χώρα πρὸς τὸν ἄλυπον βίον; οὐκ ἀκούεις τοῦ Ταντάλου λέγοντος ἐν τῇ τραγῳδίᾳ σπείρω δʼ ἄρουραν δώδεχʼ ἡμερῶν ὁδόν, Βερέκυντα χῶρον εἶτα μετʼ ὀλίγον λέγοντος οὑμὸς δὲ πότμος οὐρανῷ κυρῶν ἄνω, ἔραζε πίπτει, καί με προσφωνεῖ τάδε· γίγνωσκε τἀνθρώπεια μὴ σέβειν ἄγαν; ὁ δὲ Ναυσίθοος τὴν εὐρύχωρον Ὑπέρειαν καταλιπὼν διὰ τὸ γειτνιᾶν τοὺς Κύκλωπας αὐτῇ, καὶ μεταστὰς εἰς νῆσον ἑκὰς ἀνδρῶν ἀλφηστάων καὶ κατοικῶν ἀνεπίμικτος ἀνθρώπων ἀπάνευθε, πολυκλύστῳ ἐνὶ πόντῳ, τὸν ἥδιστον παρεσκεύασε βίον τοῖς ἑαυτοῦ πολίταις. τὰς δὲ Κυκλάδας πρότερον μὲν οἱ Μίνω παῖδες, ὕστερον δʼ οἱ Κόδρου καὶ Νείλεω κατῴκησαν, ἐν αἷς τὰ νῦν οἱ ἀνόητοι φυγάδες οἴονται κολάζεσθαι. καίτοι ποία φυγαδικὴ νῆσος οὐκ ἔστι πλατυτέρα τῆς Σκιλλουντίας χώρας, ἐν ᾗ Ξενοφῶν μετὰ τὴν στρατείαν τὸ λιπαρὸν εἶδε γῆρας; ἡ δʼ Ἀκαδήμεια, τρισχιλίων χωρίδιον ἐωνημένον, οἰκητήριον ἦν Πλάτωνος καὶ Ξενοκράτους καὶ Πολέμωνος αὐτόθι σχολαζόντων καὶ καταβιούντων τὸν ἅπαντα χρόνον, πλὴν μίαν ἡμέραν, ἐν Ξενοκράτης καθʼ ἕκαστον ἔτος εἰς ἄστυ κατῄει Διονυσίων καινοῖς τραγῳδοῖς, ὡς ἔφασαν, τὴν ἑορτήν. Ἀριστοτέλην δὲ καὶ λελοιδόρηκε Θεόκριτος ὁ Χῖος, ὅτι τὴν παρὰ Φιλίππῳ καὶ Ἀλεξάνδρῳ δίαιταν ἀγαπήσας εἵλετο ναίειν ἀντʼ Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς. ἔστι γὰρ ποταμὸς περὶ Πέλλην, ὃν Μακεδόνες Βόρβορον καλοῦσι. τὰς δὲ νήσους ὥσπερ ἐπίτηδες ὑμνῶν καὶ συνιστὰς ἡμῖν ὁ ποιητής, Λῆμνον δʼ εἰσαφίκανε, πόλιν θείοιο Θόαντος· καὶ ὅσσον Λέσβος ἄνω, μακάρων ἕδος, ἐντὸς ἐέργει· καί Σκῦρον ἑλὼν αἰπεῖαν, Ἐνυῆος πτολίεθρον· καὶ οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς, Ἤλιδος ἄντα. καὶ τῶν ἐπιφανῶν ἀνδρῶν νῆσον οἰκεῖν φησι τὸν θεοφιλέστατον Αἴολον, τὸν σοφώτατον Ὀδυσσέα, τὸν ἀνδρειότατον Αἴαντα, τὸν φιλοξενώτατον Ἀλκίνουν.