Ancient Greek · ~4 min
Section 9
Plutarch, Περὶ φυγῆς 9
Not analysed yet
οἶμαί σε τῆς Νάξου· γεγονέναι θεατήν· εἰ δὲ μὴ, τῆς γʼ Ὑρίας ἐνταῦθα πλησίον οὔσης· ἀλλʼ ἐκείνη μὲν ἐχώρει τὸν Ἐφιάλτην καὶ τὸν Ὦτον, αὕτη δὲ τοῦ Ὠρίωνος ,ἦν οἰκητήριον ὁ δʼ Ἀλκμέων ἰλὺν νεοπαγῆ τοῦ Ἀχελῴου προσχωννύντος ἐπῴκησεν ὑποφεύγων τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ λέγουσι· ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα πολιτικὰς· ταραχὰς καὶ στάσεις καὶ συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη διῃτήθη μέχρι τῆς τελευτῆς· καὶ τὸ τῆς οἰκουμένης ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον. ἀλλʼ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδʼ ἀκύμονα τὴν νησιῶτιν ἡσυχίαν ᾧ δʼ ἔξεστιν εἰς μικρὰν ἀποβάντι νῆσον οὐ μικρῶν ἀπηλλάχθαι κακῶν, οὗτος ἄθλιός ἐστι μὴ προσλαλῶν ἑαυτῷ τὰ Πινδαρικὰ μηδʼ ἐπᾴδων πολλάκις ἐλαφρὰν κυπάρισσον φιλέειν, ἐᾶν δὲ νομὸν Κρήτας περιδαῖον· ἐμοὶ δʼ ὀλίγον μὲν γᾶς δέδοται, ὅθεν ἄδρυς, πενθέων δʼ οὐκ ἔλαχον οὐδὲ στασίων οὐδὲ προσταγμάτων ἡγεμονικῶν οὐδʼ ὑπουργιῶν ἐν πολιτικαῖς χρείαις καὶ λειτουργιῶν δυσπαραιτήτων.