Ancient Greek · ~9 min
Section 3
Plutarch, Περὶ τύχης 3
Not analysed yet
καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδʼ ὄμματα φωσφόρα φησὶ Πλάτων, καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος διʼ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης· καλὸν δʼ, ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως ἡ φύσις ἤνεγκεν ἡμῖν, καὶ νοῦς ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλα δὲ κωφὰ καὶ τυφλά καὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ὁ ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δʼ οὐκ ἀπὸ τύχης οὐδʼ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλʼ ὁ Προμηθεύς, τουτέστιν ὁ λογισμὸς αἴτιος ἵππων ὄνων τʼ ὀχεῖα καὶ ταύρων γονὰς δοὺς ἀντίδωρα καὶ πόνων ἐκδέκτορα κατʼ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, αὐτὰρ ἐχίνοις φησὶν Ἐμπεδοκλῆς ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι, τὰ δʼ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις· μόνος δʼ ὁ ἄνθρωπος κατὰ τὸν Πλάτωνα γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος καὶ ἄστρωτος ὑπὸ τῆς φύσεως ἀπολέλειπται. ἀλλʼ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε, τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν. ἦ βραχὺ μὲν σθένος ἀνέρος· ἀλλὰ ποικιλίᾳ πραπίδων δεινὰ μὲν φῦλα πόντου χθονίων τʼ ἀερίων τε δάμναται βουλεύματα. κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι· μάχιμον κύων καὶ θυμοειδές, ἀλλʼ ἄνθρωπον φυλάττει· ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος; ἢ φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλʼ ἵνα μανθάνωμεν ποῖ τὸν ἄνθρωπον ἡ φρόνησις αἴρει καὶ τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν. οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί, οὐδὲ ποσὶ κραιπνῶς θέομεν, ἀλλʼ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν· ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατʼ Ἀναξαγόραν σφῶν τʼ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστʼ, ἐνταῦθα τῆς τύχης ἀλλὰ πάντα τῆς εὐβουλίας εἶναι.