Ancient Greek · ~5 min
Section 4
Plutarch, Περὶ τύχης 4
Not analysed yet
ἀλλὰ μὴν καὶ τὰ τεκτόνων δήπου πράγματα θνητῶν ἐστι, καὶ τὰ χαλκοτύπων καὶ οἰκοδόμων καὶ ἀνδριαντοποιῶν, ἐν οἷς οὐδὲν αὐτομάτως οὐδʼ ὡς ἔτυχε κατορθούμενον ὁρῶμεν. ὅτι γὰρ τούτοις βραχεῖά τις παρεμπίπτει τύχη, τὰ δὲ πλεῖστα καὶ μέγιστα τῶν ἔργων αἱ τέχναι συντελοῦσι διʼ αὑτῶν, καὶ οὗτος ὑποδεδήλωκε βᾶτʼ εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην στατοῖς λίκνοισι προστρέπεσθε. τὴν γὰρ Ἐργάνην αἱ τέχναι πάρεδρον οὐ τὴν Τύχην ἔχουσι. Νεάλκη μέντοι φασὶν ἵππον ζωγραφοῦντα τοῖς μὲν ἄλλοις κατορθοῦν εἴδεσι καὶ χρώμασι, τοῦ δʼ ἀφροῦ τὴν περὶ τῷ χαλινῷ κοπτομένην χαυνότητα καὶ τὸ συνεκπῖπτον ἆσθμα κατορθοῦντα γράφειν τε πολλάκις καὶ ἐξαλείφειν, τέλος δʼ ὑπʼ ὀργῆς προσβαλεῖν τῷ πίνακι τὸν σπόγγον ὥσπερ εἶχε τῶν φαρμάκων ἀνάπλεων, τὸν δὲ προσπεσόντα θαυμαστῶς ἐναπομάξαι καὶ ποιῆσαι τὸ δέον. τοῦτʼ ἔντεχνον τύχης μόνον ἱστορεῖται. κανόσι καὶ σταθμοῖς καὶ μέτροις καὶ ἀριθμοῖς πανταχοῦ χρῶνται, ἵνα μηδαμοῦ τὸ εἰκῆ καὶ ὡς ἔτυχε τοῖς ἔργοις ἐγγένηται. καὶ μὴν αἱ τέχναι μικραί τινες εἶναι λέγονται φρονήσεις, μᾶλλον δʼ ἀπορροαὶ φρονήσεως καὶ ἀποτρίμματα ἐνδιεσπαρμένα ταῖς χρείαις ταῖς περὶ τὸν βίον, ὥσπερ αἰνίττεται τὸ πῦρ ὑπὸ τοῦ Προμηθέως μερισθὲν ἄλλο ἄλλῃ διασπαρῆναι. καὶ γὰρ τῆς φρονήσεως μόρια καὶ σπάσματα μικρὰ θραυομένης καὶ κατακερματιζομένης εἰς τάξεις κεχώρηκε.