Ancient Greek · ~5 min
Section 2
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 2
Not analysed yet
ΚΑΦ. καὶ μὴν ἐκείναις γε ταῖς ἡμέραις, ὦ Ἀρχίδαμε, πάντες οἱ τῶν πραττομένων μετέχοντες εἰώθειμεν εἰς τὴν Σιμμίου συνιόντες οἰκίαν, ἔκ τινος πληγῆς περὶ τὸ σκέλος ἀναλαμβάνοντος αὑτόν, ἐντυγχάνειν μὲν ἀλλήλοις ἔκ του δεήσειε, φανερῶς δὲ διατρίβειν ἐπὶ λόγοις καὶ φιλοσοφίᾳ, πολλάκις ἐφελκόμενοι τὸν Ἀρχίαν καὶ τὸν Λεοντίδην εἰς τὸ ἀνύποπτον, οὐκ ὄντας ἀλλοτρίους παντάπασι τῆς τοιαύτης διατριβῆς. καὶ γὰρ ὁ Σιμμίας πολὺν χρόνον ἐπὶ τῆς ξένης γεγονὼς καὶ πεπλανημένος ἐν ἀλλοδαποῖς ἀνθρώποις, ὀλίγῳ πρόσθεν εἰς Θήβας ἀφῖκτο μύθων τε παντοδαπῶν καὶ λόγων βαρβαρικῶν ὑπόπλεως· ὧν, ὁπότε τυγχάνοι σχολὴν ἄγων ὁ Ἀρχίας, ἡδέως ἠκροᾶτο συγκαθεσθεὶς μετὰ τῶν νέων καὶ βουλόμενος ἡμᾶς ἐν λόγοις διάγειν μᾶλλον ἢ προσέχειν τὸν νοῦν οἷς ἔπραττον ἐκεῖνοι. τῆς δʼ ἡμέρας ἐκείνης, ἐν σκότους ἔδει γενομένου τοὺς φυγάδας ἥκειν κρύφα πρὸς τὸ τεῖχος, ἀφικνεῖταί τις ἐνθένδε, Φερενίκου πέμψαντος, ἄνθρωπος οὐδενὶ ἢ Χάρωνι τῶν παρʼ ἡμῖν γνώριμος· ἐδήλου δὲ τῶν φυγάδων ὄντας δώδεκα τοὺς νεωτάτους μετὰ κυνῶν περὶ τὸν Κιθαιρῶνα θηρεῦσαι ὡς πρὸς ἑσπέραν ἀφιξομένους· αὐτὸς δὲ πεμφθῆναι ταῦτά τε προερῶν, καὶ τὴν οἰκίαν, ἐν κρυβήσονται παρελθόντες, ὃς παρέξει γνωσόμενος, ὡς ἂν εἰδότες εὐθὺς ἐκεῖ βαδίζοιεν. ἀπορουμένων δʼ ἡμῶν καὶ σκοπούντων, αὐτὸς ὡμολόγησεν ὁ Χάρων παρέξειν. ὁ μὲν οὖν ἄνθρωπος ἔγνω πάλιν ἀπελθεῖν σπουδῇ πρὸς τοὺς φυγάδας.