Ancient Greek · ~6 min
Section 3
Plutarch, Περὶ τοῦ Σωκράτους δαιμονίου 3
Not analysed yet
ἐμοῦ δʼ ὁ μάντις Θεόκριτος τὴν χεῖρα πιέσας σφόδρα καὶ πρὸς τὸν Χάρωνα βλέψας προερχόμενον οὗτος εἶπεν ὦ Καφεισία, φιλόσοφος οὐκ ἔστιν οὐδὲ μετείληφε παιδείας διαφόρου καὶ περιττῆς, ὥσπερ Ἐπαμεινώνδας ὁ σὸς ἀδελφός ἀλλʼ ὁρᾷς, ὅτι φύσει πρὸς τὸ καλὸν ὑπὸ τῶν νόμων ἀγόμενος τὸν μέγιστον ὑποδύεται κίνδυνον ἑκουσίως ὑπὲρ τῆς πατρίδος. Ἐπαμεινώνδας δὲ Βοιωτῶν ἁπάντων τῷ πεπαιδεῦσθαι πρὸς ἀρετὴν ἀξιῶν διαφέρειν, ἀμβλὺς ἐστι καὶ ἀπρόθυμος, τοῦτον ἤ τινα βελτίονα καιρὸν αὑτῷ πεφυκότι καὶ παρεσκευασμένῳ καλῶς οὕτω χρησόμενος. κἀγὼ πρὸς αὐτὸν ὦ προθυμότατε εἶπον Θεόκριτε, τὰ δεδογμένα πράττομεν ἡμεῖς Ἐπαμεινώνδας δὲ μὴ πείθων, ὡς οἴεται βέλτιον εἶναι, ταῦτα μὴ πράσσειν, εἰκότως ἀντιτείνει πρὸς ἃ μὴ πέφυκε μηδὲ δοκιμάζει παρακαλούμενος. οὐδὲ γὰρ ἰατρόν, ἄνευ σιδήρου καὶ πυρὸς ὑπισχνούμενον τὸ νόσημα παύσειν, εὐγνωμονοίης ἄν, οἶμαι, τέμνειν ἢ ἀποκάειν βιαζόμενος οῦκ οὖν καὶ οὗτος δήπου μηδένα τῶν πολιτῶν ἄκριτον, ἀλλὰ καὶ αἳματος ἐμφυλίου καὶ σφαγῆς τὴν πόλιν ἐλευθεροῦσι συναγωνιεῖσθαι προθύμως. ἐπεὶ δʼ οὐ πείθει τοὺς πολλούς, ἀλλὰ ταύτην ὡρμήκαμεν τὴν ὁδόν, ἐᾶν αὑτὸν κελεύει φόνου καθαρὸν ὄντα καὶ ἀναίτιον ἐφεστάναι τοῖς καιροῖς, μετὰ τοῦ δικαίου καὶ τῷ συμφέροντι προσοισόμενον. οὐδὲ γὰρ ὅρον ἕξειν τὸ ἔργον, ἀλλὰ Φερένικον μὲν ἴσως καὶ Πελοπίδαν ἐπὶ τοὺς αἰτίους μάλιστα τρέψεσθαι καὶ πονηρούς· Εὐμολπίδαν δὲ καὶ Σαμίδαν, ἀνθρώπους διαπύρους πρὸς ὀργὴν καὶ θυμοειδεῖς, ἐν νυκτὶ λαβόντας ἐξουσίαν οὐκ ἀποθήσεσθαι τὰ ξίφη, πρὶν ἐμπλῆσαι τὴν πόλιν ὅλην φόνων καὶ διαφθεῖραι πολλοὺς τῶν ἰδίᾳ διαφόρων ὄντων.